Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.290 Joseph. AJ 17.296 (English) >>Joseph. AJ 17.301

17.294προαπηντήκασιν δὲ τῷ Οὐάρῳ Ἰώσηπός τε ἀνεψιὸς Ἡρώδου βασιλέως Γρᾶτος τε καὶ Ῥοῦφος τοὺς ὑπʼ αὐτοῖς τῶν στρατιωτῶν ἄγοντες καὶ τῶν Ῥωμαίων οἱ πολιορκούμενοι. Σαβῖνος δὲ οὐκ ἀφίκετο Οὐάρῳ εἰς ὄψιν, ἀλλʼ ὑπεξῆλθεν τῆς πόλεως ἐπὶ θάλασσαν. 17.295

Οὔαρος δὲ κατὰ τὴν χώραν πέμψας τοῦ στρατοῦ μέρος ἐπεζήτει τοὺς αἰτίους τῆς ἀποστάσεως. καὶ σημαινομένων τοὺς μὲν ἐκόλασεν ὡς αἰτιωτάτους, εἰσὶ δʼ οὓς καὶ ἀφῆκεν· ἐγίνοντο δὲ οἱ διὰ ταύτην τὴν αἰτίαν σταυρωθέντες δισχίλιοι. 17.296μετὰ δὲ τοῦτο τὴν μὲν αὐτοῦ στρατιὰν ἀποπέμπεται, χρήσιμον μὲν ὁρῶν ἐπʼ οὐδαμοῖς οὖσαν πράγμασιν· πολλὰ δὲ ἠτάκτητο αὐτοῖς καὶ παρήκουστο τῶν δογμάτων καὶ ὧν ἠξίου Οὔαρος ἐφέσει κερδῶν, ἐκ τοῦ κακουργεῖν περιεγίνοντο αὐτοῖς. 17.297αὐτὸς δὲ μυρίους Ἰουδαίους συνεστηκέναι πυνθανόμενος ἠπείγετο εἰς κατάληψιν αὐτῶν. οἱ δὲ οὐδʼ ἧκον εἰς χεῖρας, ἀλλὰ παρέδοσαν αὑτοὺς γνώμῃ τῇ Ἀχιάβου συνελθόντες. καὶ Οὔαρος τῷ πλήθει συγχωρῶν τὰς αἰτίας τῆς ἀποστάσεως ἔπεμπεν ἐπὶ Καίσαρα ὁπόσοι ἡγεμόνες ἦσαν αὐτῶν. 17.298Καῖσαρ δὲ τοὺς μὲν αὐτῶν πολλοὺς διῆκεν, ὁπόσοι δὲ συγγενεῖς ὄντες Ἡρώδου συνεστράτευον αὐτοῖς τούσδε ἐκόλασεν μόνους, εἰ μηδὲν φροντίσαντες τοῦ δικαίου κατὰ τῶν οἰκείων ἐστράτευον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.290 Joseph. AJ 17.296 (English) >>Joseph. AJ 17.301

Powered by PhiloLogic